Esther 9:1-10

Brenton_Greek(i) 1 Εν γὰρ τῷ δωδεκάτῳ μηνί τῇ τρισκαιδεκάτη τοῦ μηνός, ὅς ἐστιν Ἀδὰρ, παρῆν τὰ γράμματα τὰ γραφέντα ὑπὸ τοῦ βασιλέως. 2 Ἐν αὐτῇ τῇ ἡμέρᾳ ἀπώλοντο οἱ ἀντικείμενοι τοῖς Ἰουδαίοις· οὐδεὶς γὰρ ἀντέστη, φοβούμενος αὐτούς. 3 Οἱ γὰρ ἄρχοντες τῶν σατραπῶν, καὶ οἱ τύραννοι, καὶ οἱ βασιλικοὶ γραμματεῖς ἐτίμων τοὺς Ἰουδαίους· ὁ γὰρ φόβος Μαρδοχαίου ἐνέκειτο αὐτοῖς. 4 Προσέπεσε γὰρ τὸ πρόσταγμα τοῦ βασιλέως ὀνομασθῆναι ἐν πάσῃ τῇ βασιλείᾳ. 5 6 Καὶ ἐν Σούσοις τῇ πόλει ἀπέκτειναν οἱ Ἰουδαῖοι ἄνδρας πεντακοσίους, 7 τόν τε Φαρσαννὲς, καὶ Δελφὼν, καὶ Φασγὰ, 8 καὶ Φαραδαθὰ, καὶ Βαρεὰ, καὶ Σαρβακὰ, 9 καὶ Μαρμασιμὰ, καὶ Ῥουφαῖον, καὶ Ἀρσαῖον, καὶ Ζαβουθαῖον, 10 τοὺς δέκα υἱοὺς Ἀμὰν Ἀμαδάθου Βουγαίου τοῦ ἐχθροῦ τῶν Ἰουδαίων, καὶ διήρπασαν