Esther 8:13

Brenton_Greek(i) 13 ῟Ων ἐστιν ἀντίγραφον τῆς ἐπιστολῆς τὰ ὑπογεγραμμένα·
“βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἰκοσιεπτὰ σατραπείαις χωρῶν ἄρχουσι, καὶ τοῖς τὰ ἡμέτερα φρονοῦσι, χαίρειν. Πολλοὶ τῇ πλείστῃ τῶν εὐεργετούντων χρηστότητι πυκνότερον τιμώμενοι, μεῖζον ἐφρόνησαν, καὶ οὐ μόνον τοὺς ὑποτεταγμένους ἡμῖν ζητοῦσι κακοποιεῖν, τόν τε κόρον οὐ δυνάμενοι φέρειν, καὶ τοῖς ἑαυτῶν εὐεργέταις ἐπιχειροῦσι μηχανᾶσθαι· καὶ τὴν εὐχαριστίαν οὐ μόνον ἐκ τῶν ἀνθρώπων ἀνταναιροῦντες, ἀλλὰ καὶ τοῖς τῶν ἀπειραγάθων κόμποις ἐπαρθέντες, τοῦ τὰ πάντα κατοπτεύοντος ἀεὶ Θεοῦ μισοπόνηρον ὑπολαμβάνουσιν ἐκφεύξεσθαι δίκην. Πολλάκις δὲ καὶ πολλοὺς τῶν ἐπʼ ἐξουσίαις τεταγμένων τῶν πιστευθέντων χειρίζειν φίλων τὰ πράγματα, παραμυθία μετόχους αἱμάτων ἀθώων καταστήσασα περιέβαλε συμφοραῖς ἀνηκέστοις, τῷ τῆς κακοηθείας ψευδεῖ παραλογισμῷ παραλογισαμένων τὴν τῶν ἐπικρατούντων ἀκέραιον εὐγνωμοσύνην. Σκοπεῖν δὲ ἔξεστιν, οὐ τοσοῦτον ἐκ τῶν παλαιοτέρων ὧν παρεδώκαμεν ἱστοριῶν, ὅσα ἐστὶ παρὰ πόδας ὑμᾶς ἐκζητοῦντας ἀνοσίως συντετελεσμένα τῇ τῶν ἀνάξια δυναστευόντων λοιμότητι· καὶ προσέχειν εἰς τὰ μετὰ ταῦτα, εἰς τὸ τὴν βασιλείαν ἀτάραχον τοῖς πᾶσιν ἀνθρώποις μετʼ εἰρήνης παρεξόμεθα χρώμενοι ταῖς μεταβολαῖς, τὰ δὲ ὑπὸ τὴν ὄψιν ἐρχόμενα διακρίνοντες ἀεὶ μετʼ ἐπιεικεστέρας ἀπαντήσεως.
Ὡς γὰρ Ἀμὰν Ἀμαδάθου Μακεδὼν ταῖς ἀληθείας ἀλλότριος τοῦ τῶν Περσῶν αἵματος, καὶ πολὺ διεστηκὼς τῆς ἡμετέρας χρηστότητος, ἐπιξενωθεὶς ἡμῖν, ἔτυχεν ἧς ἔχομεν πρὸς πᾶν ἔθνος φιλανθρωπίας ἐπὶ τοσοῦτον, ὥστε ἀναγορεύεσθαι ἡμῶν πατέρα, καὶ προσκυνούμενον ὑπὸ πάντων τὸ δεύτερον τοῦ βασιλικοῦ θρόνου πρόσωπον διατελεῖν. Οὐκ ἐνέγκας δὲ τὴν ὑπερηφανίαν, ἐπετήδευσε τῆς ἀρχῆς στερῆσαι ἡμᾶς, καὶ τοῦ πνεύματος, τόν τε ἡμέτερον σωτῆρα καὶ διαπαντὸς εὐεργέτην Μαρδοχαῖον, καὶ τὴν ἄμεμπτον τῆς βασιλείας κοινωνὸν Ἐσθὴρ σὺν παντὶ τῷ τούτων ἔθνει, πολυπλόκοις μεθόδων παραλογισμοῖς αἰτησάμενος εἰς ἀπώλειαν· Διὰ γὰρ τῶν τρόπων τούτων ᾠήθη λαβὼν ἡμᾶς ἐρήμους, τὴν τῶν Περσῶν ἐπικράτησιν εἰς τοὺς Μακεδόνας μετάξαι. Ἡμεῖς δὲ τοὺς ὑπὸ τοῦ τρισαλιτηρίου παραδεδομένους εἰς ἀφανισμὸν Ἰουδαίους, εὑρίσκομεν οὐ κακούργους ὄντας δικαιοτάτοις δὲ πολιτευομένους νόμοις, ὄντας δὲ υἱοὺς τοῦ ὑψίστου μεγίστου ζῶντος Θεοῦ, τοῦ κατευθύνοντος ἡμῖν τε καὶ τοῖς προγόνοις ἡμῶν τὴν βασιλείαν ἐν τῇ καλλίστῃ διαθέσει.
“Καλῶς οὗν ποιήσετε μὴ προσχρησάμενοι τοῖς ὑπὸ Ἀμὰν Ἀμαδάθου ἀποσταλεῖσι γράμμασι, διὰ τὸν αὐτὸν τὸν ταῦτα ἐξεργασάμενον πρὸς ταῖς Σούσων πύλαις ἐσταυρῶσθαι σὺν τῇ πανοικίᾳ, τὴν καταξίαν τοῦ τὰ πάντα ἐπικρατοῦντος Θεοῦ διατάχους ἀποδόντος αὐτῷ κρίσιν. Τὸ δὲ ἀντίγραφον τῆς ἐπιστολῆς ταύτης ἐκθέντες ἐν παντὶ τόπῳ μετὰ παῤῥησίας, ἐᾶν τοὺς Ἰουδαίους χρῆσθαι τοῖς ἑαυτῶν νομίμοις, καὶ συνεπισχύειν αὐτοῖς, ὅπως τοὺς ἐν καιρῷ θλίψεως ἐπιθεμένους αὐτοῖς, ἀμύνωνται τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς Ἀδὰρ τῇ αὐτῇ ἡμέρᾳ. Ταύτην γὰρ ὁ τὰ πάντα δυναστεύων Θεὸς ἀντʼ ὀλεθρίας τοῦ ἐκλεκτοῦ γένους, ἐποίησεν αὐτοῖς εὐφροσύνην.
“Καὶ ὑμεῖς οὖν ἐν ταῖς ἐπωνύμοις ὑμῶν ἑορταῖς, ἐπίσημον ἡμέραν μετὰ πάσης εὐωχίας ἄγετε, ὅπως καὶ νῦν καὶ μετὰ ταῦτα σωτηρία ᾖ ἡμῖν, καὶ τοῖς εὐνοοῦσι Πέρσαις, τοῖς δὲ ἡμῖν ἐπιβουλεύουσι, μνημόσυνον τῆς ἀπωλείας. Πᾶσα δὲ πόλις ἢ χώρα τὸ σύνολον, ἥτις κατὰ ταῦτα μὴ ποιήσῃ, δόρατι καὶ πυρὶ καταναλωθήσεται μετʼ ὀργῆς· οὐ μόνον ἀνθρώποις ἄβατος, ἀλλὰ καὶ θηρίοις καὶ πετεινοῖς εἰς τὸν ἅπαντα χρόνον ἔχθιστος κατασταθήσεται.” Τὰ δὲ ἀντίγραφα ἐκτιθέσθωσαν ὀφθαλμοφανῶς ἐν πάσῃ τῇ βασιλείᾳ, ἑτοίμους τε εἶναι πάντας τοὺς Ἰουδαίους εἰς ταύτην τὴν ἡμέραν, πολεμῆσαι αὐτῶν τοὺς ὑπεναντίους.