Brenton_Greek(i)
4 Ἐμεγάλυνα ποίημά μου, ᾠκοδόμησά μοι οἴκους, ἐφύτευσά μοι ἀμπελῶνας, 5 ἐποίησά μοι κήπους καὶ παραδείσους, καὶ ἐφύτευσα ἐν αὐτοῖς ξύλον πᾶν καρποῦ. 6 Ἐποίησά μοι κολυμβήθρας ὑδάτων τοῦ ποτίσαι ἀπʼ αὐτῶν δρυμὸν βλαστῶντα ξύλα. 7 Ἐκτησάμην δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι, καί γε κτῆσις βουκολίου καὶ ποιμνίου πολλὴ ἐγένετό μοι ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ· 8 Συνήγαγόν μοι καί γε ἀργύριον καὶ χρυσίον, καὶ περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν· ἐποίησά μοι ᾄδοντας καὶ ἆδούσας, καὶ ἐντρυφήματα υἱῶν ἀνθρώπων, οἰνοχόον καὶ οἰνοχόας.
9 Καὶ ἐμεγαλύνθην καὶ προσέθηκα παρὰ πάντας τοὺς γενομένους ἀπὸ ἔμπροσθέν μου ἐν Ἱερουσαλὴμ, καί γε σοφία μου ἐστάθη μοι.
9 Καὶ ἐμεγαλύνθην καὶ προσέθηκα παρὰ πάντας τοὺς γενομένους ἀπὸ ἔμπροσθέν μου ἐν Ἱερουσαλὴμ, καί γε σοφία μου ἐστάθη μοι.