Brenton_Greek(i)
29 Τίς δώσει εἶναι οὕτω τὴν καρδίαν αὐτῶν ἐν αὐτοῖς, ὥστε φοβεῖσθαί με καὶ φυλάσσεσθαι τὰς ἐντολάς μου πάσας τὰς ἡμέρας, ἵνα εὖ ᾖ αὐτοῖς, καὶ τοῖς υἱοῖς αὐτῶν διʼ αἰῶνος; 30 Βάδισον, εἰπὸν αὐτοῖς, ἀποστράφητε ὑμεῖς εἰς τοὺς οἴκους ὑμῶν· 31 Σὺ δὲ αὐτοῦ στῆθι μετʼ ἐμοῦ, καὶ λαλήσω πρὸς σὲ τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα διδάξεις αὐτοὺς, καί ποιείτωσαν οὕτως ἐν τῇ γῇ ἣν ἐγὼ δίδωμι αὐτοῖς ἐν κλήρῳ. 32 Καὶ φυλάξεσθε ποιεῖν ὃν τρόπον ἐνετείλατό σοι Κύριος ὁ Θεὸς σου· οὐκ ἐκκλινεῖτε εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά, 33 κατὰ πᾶσαν τὴν ὁδὸν, ἣν ἐνετείλατό σοι Κύριος ὁ Θεὸς σου πορεύεσθαι ἐν αὐτῇ, ὅπως καταπαύσῃ σε, καὶ εὖ σοι ᾖ καὶ μακροημερεύσητε ἐπὶ τῆς γῆς ἣν κληρονομήσετε.