Brenton_Greek(i)
27 Πρόσελθε σὺ, καὶ ἄκουσον πάντα ὅσα ἂν εἴπῃ Κύριος ὁ Θεὸς ἡμῶν, καὶ σὺ λαλήσεις πρὸς ἡμᾶς πάντα ὅσα ἂν λαλήσῃ Κύριος ὁ Θεὸς ἡμῶν πρὸς σὲ, καὶ ἀκουσόμεθα, καὶ ποιήσομεν.
28 Καὶ ἤκουσε Κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν λαλούντων πρὸς μέ· καὶ εἶπε Κύριος πρὸς μὲ, ἤκουσα τὴν φωνὴν τῶν λόγων τοῦ λαοῦ τούτου ὅσα ἐλάλησαν πρὸς σέ· ὀρθῶς πάντα ὅσα ἐλάλησαν. 29 Τίς δώσει εἶναι οὕτω τὴν καρδίαν αὐτῶν ἐν αὐτοῖς, ὥστε φοβεῖσθαί με καὶ φυλάσσεσθαι τὰς ἐντολάς μου πάσας τὰς ἡμέρας, ἵνα εὖ ᾖ αὐτοῖς, καὶ τοῖς υἱοῖς αὐτῶν διʼ αἰῶνος; 30 Βάδισον, εἰπὸν αὐτοῖς, ἀποστράφητε ὑμεῖς εἰς τοὺς οἴκους ὑμῶν· 31 Σὺ δὲ αὐτοῦ στῆθι μετʼ ἐμοῦ, καὶ λαλήσω πρὸς σὲ τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα διδάξεις αὐτοὺς, καί ποιείτωσαν οὕτως ἐν τῇ γῇ ἣν ἐγὼ δίδωμι αὐτοῖς ἐν κλήρῳ.