Brenton_Greek(i)
32 Καὶ ἐξῆλθε Σηὼν βασιλεὺς Ἐσεβὼν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς Ἰασσά. 33 Καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς ἡμῶν πρὸ προσώπου ἡμῶν· καὶ ἐπατάξαμεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ. 34 Καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἐξωλοθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς, καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν· οὐ κατελίπομεν ζωγρείαν. 35 Πλὴν τὰ κτήνη ἐπρονομεύσαμεν, καὶ τὰ σκῦλα τῶν πόλεων ἐλάβομεν 36 ἐξ Ἀροήρ, ἥ ἐστι παρὰ τὸ χεῖλος χειμάῤῥου Ἀρνῶν, καὶ τὴν πόλιν τὴν οὖσαν ἐν τῇ φάραγγι, καὶ ἕως ὄρους τοῦ Γαλαάδ· οὐκ ἐγενήθη πόλις ἥτις διέφυγεν ἡμᾶς· τὰς πάσας παρέδωκε Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν. 37 Πλὴν ἐγγὺς υἱῶν Ἀμμὰν οὐ προσήλθομεν πάντα τὰ συγκυροῦντα χειμάῤῥου Ἰαβὸκ, καὶ τάς πόλεις τὰς ἐν τῇ ὀρεινῇ, καθότι ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν.
3 1 Καὶ ἐπιστραφέντες, ἀνέβημεν ὁδὸν τὴν εἰς Βασάν· καὶ ἐξῆλθεν Ὢγ βασιλεὺς τῆς Βασὰν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς Ἑδραΐμ. 2 Καὶ εἶπε Κύριος πρὸς μὲ, μὴ φοβηθῇς αὐτὸν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν, καὶ πάντα τὸν λαὸν αὐτοῦ, καὶ πᾶσαν τὴν γῆν αὐτοῦ· καὶ ποιήσεις αὐτῷ, ὥσπερ ἐποίησας Σηὼν βασιλεῖ τῶν Ἀμοῤῥαίων, ὃς κατῴκει ἐν Ἐσεβών. 3 Καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν, καὶ πάντα τὸν λαὸν αὐτοῦ· καὶ ἐπατάξαμεν αὐτὸν, ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα.
4 Καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ· οὐκ ἦν πόλις, ἣν οὐκ ἐλάβομεν παρʼ αὐτῶν· ἑξήκοντα πόλεις, πάντα τὰ περίχωρα Ἀργὸβ βασιλέως Ὢγ ἐν Βασάν. 5 Πᾶσαι πόλεις ὀχυραί, τείχη ὑψηλὰ, πύλαι καὶ μοχλοί· πλὴν τῶν πόλεων τῶν Φερεζαίων τῶν πολλῶν σφόδρα· 6 Ἐξωλοθρεύσαμεν, ὥσπερ ἐποιήσαμεν τὸν Σηὼν βασιλέα Ἐσεβὼν, καὶ ἐξωλοθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς, καὶ τὰς γυναῖκας, καὶ τὰ παιδία, 7 καὶ πάντα τὰ κτήνη· καὶ τὰ σκῦλα τῶν πόλεων ἐπρονομεύσαμεν ἑαυτοῖς.
8 Καὶ ἐλάβομεν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν γῆν ἐκ χειρῶν δύο βασιλέων τῶν Ἀμοῤῥαίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου ἀπὸ τοῦ χειμάῤῥου Ἀρνῶν καὶ ἕως Ἀερμών. 9 Οἱ Φοίνικες ἐπονομάζουσι τὸ Ἀερμὼν Σανιὼρ, καὶ ὁ Ἀμοῤῥαῖος ἐπωνόμασεν αὐτὸ Σανίρ. 10 Πᾶσαι πόλεις Μισὼρ, καὶ πᾶσα Γαλαὰδ, καὶ πᾶσα Βασὰν ἕως Ἑλχᾶ καὶ Ἑδραῒμ, πόλεις βασιλείας τοῦ Ὢγ ἐν τῇ Βασάν. 11 Ὅτι πλὴν Ὢγ βασιλεὺς Βασὰν κατελείφθη ἀπὸ τῶν Ῥαφαΐν· ἰδοὺ ἡ κλίνη αὐτοῦ κλίνη σιδηρᾶ, ἰδοὺ αὕτη ἐν τῇ ἄκρᾳ τῶν υἱῶν Ἀμμάν· ἐννέα πήχεων τὸ μῆκος αὐτῆς, καὶ τεσσάρων πήχεων τὸ εὖρος αὐτῆς ἐν πήχει ἀνδρός.