Brenton_Greek(i)
2 καὶ λήψῃ ἀπὸ τῆς ἀπαρχῆς τῶν καρπῶν τῆς γῆς σου, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι, καὶ ἐμβαλεῖς εἰς κάρταλλον, καὶ πορεύσῃ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ. 3 Καὶ ἐλεύσῃ πρὸς τὸν ἱερέα ὃς ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐρεῖς πρὸς αὐτὸν, ἀναγγέλλω σήμερον Κυρίῳ τῷ Θεῷ μου, ὅτι εἰσελήλυθα εἰς τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι ἡμῖν. 4 Καὶ λήψεται ὁ ἱερεὺς τὸν κάρταλλον ἐκ τῶν χειρῶν σου, καὶ θήσει αὐτὸν ἀπέναντι τοῦ θυσιαστηρίου Κυρίου τοῦ Θεοῦ σου. 5 Καὶ ἀποκριθεὶς ἐρεῖ ἔναντι Κυρίου τοῦ Θεοῦ σου, Συρίαν ἀπέβαλεν ὁ πατήρ μου, καὶ κατέβη εἰς Αἴγυπτον, καὶ παρῴκησεν ἐκεῖ ἐν ἀριθμῷ βραχεῖ, καὶ ἐγένετο ἐκεῖ εἰς ἔθνος μέγα καὶ πλῆθος πολύ. 6 Καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι, καὶ ἐταπείνωσαν ἡμᾶς, καὶ ἐπέθηκαν ἡμῖν ἔργα σκληρά· 7 Καὶ ἀνεβοήσαμεν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ἡμῶν, καὶ εἶδε τὴν ταπείνωσιν ἡμῶν, καὶ τὸν μόχθον ἡμῶν, καὶ τὸν θλιμμὸν ἡμῶν. 8 Καὶ ἐξήγαγεν ἡμᾶς Κύριος ἐξ Αἰγύπτου αὐτὸς ἐν ἰσχύϊ αὐτοῦ τῇ μεγάλῃ, καὶ ἐν χειρὶ κραταιᾷ, καὶ βραχίονι ὑψηλῷ, καὶ ἐν ὁράμασι μεγάλοις, καὶ ἐν σημείοις, καὶ ἐν τέρασι. 9 Καὶ εἰσήγαγεν ἡμᾶς εἰς τὸν τόπον τοῦτον, καί ἔδωκεν ἡμῖν τὴν γῆν ταύτην, γῆν ῥέουσαν γάλα καὶ μέλι. 10 Καὶ νῦν ἰδοὺ ἐνήνοχα τὴν ἀπαρχὴν τῶν γεννημάτων τῆς γῆς, ἧς ἔδωκάς μοι, Κύριε, γῆν ῥέουσαν γάλα καὶ μέλι· καὶ ἀφήσεις αὐτὸ ἀπέναντι Κυρίου τοῦ Θεοῦ σου, καὶ προσκυνήσεις ἔναντι Κυρίου τοῦ Θεοῦ σου, 11 καὶ εὐφρανθήσῃ ἐν πᾶσι τοῖς ἀγαθοῖς, οἷς ἔδωκέ σοι Κύριος ὁ Θεός σου, καὶ ἡ οἰκία σου, καὶ ὁ Λευίτης, καὶ ὁ προσήλυτος ὁ ἐν σοί.
12 Ἐὰν δὲ συντελέσῃς ἀποδεκατῶσαι πᾶν τὸ ἐπιδέκατον τῶν γεννημάτων σου ἐν τῷ ἔτει τῷ τρίτῳ, τὸ δεύτερον ἐπιδέκατον δώσεις τῷ Λευίτῃ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ, καὶ φάγονται ἐν ταῖς πόλεσί σου, καὶ εὐφρανθήσονται.
13 Καὶ ἐρεῖς ἔναντι Κυρίου τοῦ Θεοῦ σου, ἐξεκάθαρα τὰ ἅγια ἐκ τῆς οἰκίας μου, καὶ ἔδωκα αὐτὰ τῷ Λευίτῃ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ, κατὰ πάσας τὰς ἐντολάς ἃς ἐνετείλω μοι· οὐ παρῆλθον τὴν ἐντολήν σου, καὶ οὐκ ἐπελαθόμην. 14 Καὶ οὐκ ἔφαγον ἐν ὀδύνῃ μου ἀπʼ αὐτῶν, οὐκ ἐκάρπωσα ἀπʼ αὐτῶν εἰς ἀκάθαρτον, οὐκ ἔδωκα ἀπʼ αὐτῶν τῷ τεθνηκότι· ὑπήκουσα τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἐποίησα καθὰ ἐνετείλω μοι. 15 Κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου ἐκ τοῦ οὐρανοῦ, καὶ εὐλόγησον τὸν λαόν σου τὸν Ἰσραὴλ, καὶ τὴν γῆν ἣν ἔδωκας αὐτοῖς, καθὰ ὤμοσας τοῖς πατράσιν ἡμῶν, δοῦναι ἡμῖν γῆν ῥέουσαν γάλα καὶ μέλι.