Brenton_Greek(i)
15 Προφήτην ἐκ τῶν ἀδελφῶν σου, ὡς ἐμὲ, ἀναστήσει σοι Κύριος ὁ Θεός σου· αὐτοῦ ἀκούσεσθε· 16 Κατὰ πάντα ὅσα ἠτήσῳ παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, λέγοντες, οὐ προσθήσομεν ἀκοῦσαι τὴν φωνὴν Κυρίου τοῦ Θεοῦ σου, καὶ τὸ πῦρ τοῦτο τὸ μέγα οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἀποθάνωμεν. 17 Καὶ εἶπε Κύριος πρὸς μὲ, ὀρθῶς πάντα ὅσα ἐλάλησαν πρὸς σέ. 18 Προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ· καὶ δώσω τὰ ῥήματα ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθʼ ὅτι ἂν ἐντείλωμαι αὐτῷ. 19 Καὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούσῃ ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐκεῖνος ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ. 20 Πλὴν ὁ προφήτης ὃς ἂν ἀσεβήσῃ λαλῆσαι ἐπὶ τῷ ὀνόματί μου ῥῆμα ὃ οὐ προσέταξα λαλῆσαι, καὶ ὃς ἂν λαλήσῃ ἐν ὀνόματι θεῶν ἑτέρων, ἀποθανεῖται ὁ προφήτης ἐκεῖνος. 21 Ἐὰν δὲ εἴπῃς ἐν τῇ καρδίᾳ σου, πῶς γνωσόμεθα τὸ ῥῆμα ὃ οὐκ ἐλάλησε Κύριος; 22 Ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐκεῖνος τῷ ὀνόματι Κυρίου, καὶ μὴ γένηται, καὶ μὴ συμβῇ, τοῦτο τὸ ῥῆμα ὃ οὐκ ἐλάλησε Κύριος, ἐν ἀσεβείᾳ ἐλάλησεν ὁ προφήτης ἐκεῖνος· οὐκ ἐφέξεσθε αὐτοῦ.