Daniel 3:16-18

Brenton_Greek(i) 16 Καὶ ἀπεκρίθησαν Σεδρὰχ, Μισὰχ, Ἀβδεναγὼ, λέγοντες τῷ βασιλεῖ Ναβουχοδονόσορ, οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι. 17 Ἔστι γὰρ Θεὸς ἡμῶν ἐν οὐρανοῖς, ᾧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, καὶ ἐκ τῶν χειρῶν σου βασιλεῦ, ῥύσεται ἡμᾶς. 18 Καὶ ἐὰν μή, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι ᾗ ἔστησας οὐ προσκυνοῦμεν.