Brenton_Greek(i)
37 Σύ βασιλεῦ βασιλεὺς βασιλέων, ᾧ ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν 38 ἐν παντὶ τόπῳ, ὅπου κατοικοῦσιν οἱ υἱοὶ τῶν ἀνθρώπων· θηρία τε ἁγροῦ, καὶ πετεινὰ οὐρανοῦ, καὶ ἰχθύας τῆς θαλάσσης ἔδωκεν ἐν τῇ χειρί σου, καὶ κατέστησέ σε κύριον πάντων· σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ. 39 Καὶ ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα ἥττων σου, καὶ βασιλεία τρίτη, ἥτις ἐστὶν ὁ χαλκὸς, ἣ κυριεύσει πάσης τῆς γῆς, 40 καὶ βασιλεία τετάρτη, ἥτις ἔσται ἰσχυρὰ ὡς σίδηρος· ὃν τρόπον ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα, οὕτως πάντα λεπτυνεῖ καὶ δαμάσει.