Amos 8:11-12

Brenton_Greek(i) 11 Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτων, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι τὸν λόγον Κυρίου. 12 Καὶ σαλευθήσονται ὕδατα ἀπὸ τῆς θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ βοῤῥᾶ ἕως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον τοῦ Κυρίου, καὶ οὐ μὴ εὕρωσιν.