Amos 7:1-3

Brenton_Greek(i) 1 Οὕτως ἔδειξέ μοι Κύριος ὁ Θεός· καὶ ἰδοὺ ἐπιγονὴ ἀκρίδων ἐρχομένη ἑωθινὴ, καὶ ἰδοὺ βροῦχος εἷς Γὼγ ὁ βασιλεύς. 2 Καὶ ἔσται ἐὰν συντελέσῃ τοῦ καταφαγεῖν τὸν χόρτον τῆς γῆς, καὶ εἶπα, Κύριε Κύριε, ἵλεως γενοῦ· τίς ἀναστήσει τὸν Ἰακώβ; ὅτι ὀλιγοστός ἐστι. 3 Μετανόησον Κύριε ἐπὶ τούτῳ. Καὶ τοῦτο οὐκ ἔσται, λέγει Κύριος.