2 Samuel 5:13-16

Brenton_Greek(i) 13 Καὶ ἔλαβε Δαυὶδ ἔτι γυναῖκας καὶ παλλακὰς ἐξ Ἱερουσαλὴμ, μετὰ τὸ ἐλθεῖν αὐτὸν ἐκ Χεβρών· καὶ ἐγένοντο τῷ Δαυὶδ ἔτι υἱοὶ καὶ θυγατέρες. 14 Καὶ ταῦτα τὰ ὀνόματα τῶν γεννηθέντων αὐτῷ ἐν Ἱερουσαλήμ· Σαμμοὺς, καὶ Σωβὰβ, καὶ Νάθαν, καὶ Σαλωμὼν, 15 καὶ Ἐβεὰρ, καὶ Ἐλισουὲ, καὶ Ναφὲκ, καὶ Ἰεφιὲς, 16 καὶ Ἐλισαμὰ, καὶ Ἐλιδαὲ, καὶ Ἐλιφαλὰθ, Σαμαέ, Ἰεσσιβὰθ, Νάθαν, Γαλαμαὰν, Ἰεβαὰρ, Θεησοῦς, Ἐλιφαλὰτ, Ναγὲδ, Ναφὲκ, Ἰωνάθαν, Λεασαμὺς, Βααλιμὰθ, Ἐλιφαάθ.