1 Chronicles 14:3-7

Brenton_Greek(i) 3 Καὶ ἔλαβε Δαυὶδ ἔτι γυναῖκας ἐν Ἱερουσαλήμ· καὶ ἐτέχθησαν Δαυὶδ ἔτι υἱοὶ καὶ θυγατέρες. 4 Καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῶν τεχθέντων, οἳ ἦσαν αὐτῷ ἐν Ἱερουσαλήμ· Σαμαὰ, Σωβὰβ, Νάθαν, καὶ Σαλωμὼν, 5 καὶ βαὰρ, καὶ Ἐλισὰ, καὶ Ἐλιφαλὴθ, 6 καὶ Ναγὲθ, καὶ Ναφὰθ, καὶ Ἰαφιὲ, 7 καὶ Ἐλισαμαὲ, καὶ Ἐλιαδὲ, καὶ Ἐλιφαλά.