Brenton_Greek(i)
20 Καὶ διέκυψεν Ὀρνὰ, καὶ εἶδε τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ παραπορευομένους ἐπάνω αὐτοῦ· καὶ ἐξῆλθεν Ὀρνὰ, καὶ προσεκύνησε τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν. 21 Καὶ εἶπεν Ὀρνὰ, τί ὅτι ἦλθεν ὁ κύριός μου ὁ βασιλεὺς πρός τὸν δοῦλον αὐτοῦ; καὶ εἶπε Δαυὶδ, κτήσασθαι παρὰ σοῦ τὸν ἅλωνα τοῦ οἰκοδομῆσαι θυσιαστήριον τῷ Κυρίῳ, καὶ συσχεθῇ ἡ θραῦσις ἐπάνω τοῦ λαοῦ. 22 Καὶ εἶπεν Ὀρνὰ πρὸς Δαυὶδ, λαβέτω καὶ ἀνενεγκάτω ὁ κύριός μου ὁ βασιλεὺς τῷ Κυρίῳ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ· ἰδοὺ οἱ βόες εἰς ὁλοκαύτωμα, καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τῶν βοῶν εἰς ξύλα. 23 Τὰ πάντα ἔδωκεν Ὀρνὰ τῷ βασιλεῖ· καὶ εἶπεν Ὀρνὰ πρὸς τὸν βασιλέα, Κύριος ὁ Θεὸς σου εὐλογήσαι σε. 24 Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ὀρνὰ, οὐχί, ὅτι ἀλλὰ κτώμενος κτήσομαι παρὰ σοῦ ἐν ἀλλάγματι, καὶ οὐκ ἀνοίσω τῷ Κυρίῳ μου Θεῷ ὁλοκαύτωμα δωρεάν. Καὶ ἐκτήσατο Δαυὶδ τὸν ἅλωνα καὶ τοὺς βόας ἐν ἀργυρίῳ σίκλων πεντήκοντα.