Brenton_Greek(i)
24 Καὶ Δαυὶδ ἐκάθητο ἀναμέσον τῶν δύο πυλῶν· καὶ ἐπορεύθη ὁ σκοπὸς εἰς τὸ δῶμα τῆς πύλης πρὸς τὸ τεῖχος, καὶ ἐπῇρε τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶδε· καὶ ἰδοὺ ἀνὴρ τρέχων μόνος ἐνώπιον αὐτοῦ. 25 Καὶ ἀνεβόησεν ὁ σκοπὸς καὶ ἀπήγγειλε τῷ βασιλεῖ· καὶ εἶπεν ὁ βασιλεύς, εἰ μόνος ἐστίν, εὐαγγελία ἐν τῷ στόματι αὐτοῦ· καὶ ἐπορεύετο πορευόμενος καὶ ἐγγίζων. 26 Καὶ εἶδεν ὁ σκοπὸς ἄνδρα ἕτερον τρέχοντα· καὶ ἐβόησεν ὁ σκοπὸς πρὸς τῇ πύλῃ, καὶ εἶπε, καὶ ἰδοὺ ἀνὴρ ἕτερος τρέχων μόνος· Καὶ εἶπεν ὁ βασιλεύς, καί γε οὗτος εὐαγγελιζόμενος. 27 Καὶ εἶπεν ὁ σκοπός, ἐγὼ ὁρῷ τὸν δρόμον τοῦ πρώτου ὡς δρόμον Ἀχιμάας υἱοῦ Σαδώκ· καὶ εἶπεν ὁ βασιλεύς, ἀνὴρ ἀγαθὸς οὗτος, καί γε εἰς εὐαγγελίαν ἀγαθὴν ἐλεύσεται.