2 Kings 20:13-17

Brenton_Greek(i) 13 Καὶ ἐχάρη ἐπʼ αὐτοῖς Ἐζεκίας, καὶ ἔδειξεν αὐτοῖς ὅλον τὸν οἶκον τοῦ νεχωθά, τὸ ἀργύριον καὶ τὸ χρυσίον, τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαθὸν, καὶ τὸν οἶκον τῶν σκευῶν, καὶ ὅσα ηὑρέθη ἐν τοῖς θησαυροῖς αὐτοῦ· οὐκ ἦν λόγος ὃν οὐκ ἔδειξεν αὐτοῖς Ἐζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ.
14 Καὶ εἰσῆλθεν Ἡσαΐας ὁ προφήτης πρὸς τὸν βασιλέα Ἐζεκίαν, καὶ εἶπε πρὸς αὐτὸν, τί ἐλάλησαν οἱ ἄνδρες οὗτοι, καί πόθεν ἥκασι πρὸς σέ; καὶ εἶπεν Ἐζεκίας, ἐκ γῆς πόῤῥωθεν ἥκασι πρὸς μὲ, ἐκ Βαβυλῶνος. 15 Καὶ εἶπε, τί εἶδον ἐν τῷ οἴκῳ σου; καὶ εἶπε, πάντα ὅσα ἐν τῷ οἴκῳ μου εἶδον· οὐκ ἦν ἐν τῷ οἴκῳ μου ὃ οὐκ ἔδειξα αὐτοῖς, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου. 16 Καὶ εἶπεν Ἡσαΐας πρὸς Ἐζεκίαν, ἄκουσον λόγον Κυρίου, 17 ἰδοὺ ἡμέραι ἔρχονται, καὶ ληφθήσεται πάντα τὰ ἐν οἴκῳ σου, καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης, εἰς Βαβυλῶνα· καὶ οὐχ ὑπολειφθήσεται ῥῆμα ὃ εἶπε Κύριος.