Brenton_Greek(i)
3 Καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραὴλ, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ Ἀζαὴλ βασιλέως Συρίας, καὶ ἐν χειρὶ υἱοῦ Ἄδερ υἱοῦ Ἀζαὴλ πάσας τὰς ἡμέρας. 4 Καὶ ἐδεήθη Ἰωάχαζ τοῦ προσώπου Κυρίου, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος, ὅτι εἶδε τὴν θλῖψιν Ἰσραὴλ, ὅτι ἔθλιψεν αὐτοὺς βασιλεὺς Συρίας. 5 Καὶ ἔδωκε Κύριος σωτηρίαν τῷ Ἰσραήλ, καὶ ἐξῆλθεν ὑποκάτωθεν χειρὸς Συρίας· καὶ ἐκάθισαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τοῖς σκηνώμασιν αὐτῶν καθὼς ἐχθὲς καὶ τρίτης. 6 Πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιῶν οἴκου Ἱεροβοὰμ ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ, ἐν αὐτῄ ἐπορεύθη· καί γε τὸ ἄλσος ἐστάθη ἐν Σαμαρείᾳ. 7 Ὅτι οὐχ ὑπελείφθη τῷ Ἰωάχαζ λαὸς, ἀλλʼ ἢ πεντήκοντα ἱππεῖς καὶ δέκα ἅρματα καὶ δέκα χιλιάδες πεζῶν, ὅτι ἀπώλεσεν αὐτοὺς βασιλεὺς Συρίας, καὶ ἔθεντο αὐτοὺς ὡς χοῦν εἰς καταπάτησιν.