Brenton_Greek(i)
14 Καὶ ἔστησε κατὰ τὴν κρίσιν Δαυὶδ τοῦ πατρὸς αὐτοῦ τὰς διαιρέσεις τῶν ἱερέων, κατὰ τὰς λειτουργίας αὐτῶν· καὶ οἱ Λευῖται ἐπὶ τὰς φυλακὰς αὐτῶν, τοῦ αἰνεῖν καὶ λειτουργεῖν κατέναντι τῶν ἱερέων κατὰ τὸν λόγον ἡμέρας ἐν τῇ ἡμέρᾳ· καὶ οἱ πυλωροὶ κατὰ τὰς διαιρέσεις αὐτῶν εἰς πύλην καὶ πύλην, ὅτι οὕτως ἐντολαὶ Δαυὶδ ἀνθρώπου τοῦ Θεοῦ·