Brenton_Greek(i)
7 Καὶ ἐχρύσωσε τὸν οἶκον, καὶ τοὺς τοίχους αὐτοῦ, καὶ τοὺς πυλῶνας, καὶ τὰ ὀροφώματα, καὶ τὰ θυρώματα χρυσίῳ, καὶ ἔγλυψε Χερουβὶμ ἐπὶ τῶν τοίχων.
8 Καὶ ἐποίησε τὸν οἶκον τοῦ ἁγίου τῶν ἁγίων, μῆκος αὐτοῦ ἐπὶ πρόσωπον, πλάτους τοῦ οἴκου πήχεων εἴκοσι, καὶ τὸ μῆκος πήχεων εἴκοσι, καὶ ἐχρύσωσεν αὐτὸν χρυσίῳ καθαρῷ εἰς Χερουβὶμ εἰς τάλαντα ἑξακόσια. 9 Καὶ ὁλκὴ τῶν ἥλων, ὁλκὴ τοῦ ἑνὸς πεντήκοντα σίκλοι χρυσίου, καὶ τὸ ὑπερῷον ἐχρύσωσε χρυσίῳ.
10 Καὶ ἐποίησεν ἐν τῷ οἴκῳ τῷ ἁγίῳ τῶν ἁγίων Χερουβὶμ δύο, ἔργον ἐκ ξύλων· καὶ ἐχρύσωσεν αὐτὰ χρυσίῳ. 11 Καὶ αἱ πτέρυγες τῶν Χερουβὶμ τὸ μῆκος πήχεων εἴκοσι, καὶ ἡ πτέρυξ ἡ μία πήχεων πέντε ἁπτομένη τοῦ τοίχου τοῦ οἴκου, καὶ ἡ πτέρυξ ἡ ἑτέρα πήχεων πέντε ἁπτομένη τῆς πτέρυγος τοῦ Χερουβὶμ τοῦ ἑτέρου. 12Passage supplied from the Alexandrine text.{Καὶ ἡ πτέρυξ τοῦ χερουβ τοῦ ἑνὸς πήχεων πέντε ἁπτομένη τοῦ τοίχου τοῦ οἴκου, καὶ ἡ πτέρυξ ἡ ἑτέρα πήχεων πέντε ἁπτομένη τοῦ πτέρυγος τοῦ χερουβ τοῦ ἑτέρου·}
13 Καὶ αἱ πτέρυγες τῶν Χερουβὶμ τούτων διαπεπετασμέναι πήχεων εἴκοσι, καὶ αὐτὰ ἑστηκόκα ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ τὰ πρόσωπα αὐτῶν εἰς τὸν οἶκον. 14 Καὶ ἐποίησε τὸ καταπέτασμα ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου, καὶ βύσσου, καὶ ὕφανεν ἐν αὐτῷ Χερουβίμ.
8 Καὶ ἐποίησε τὸν οἶκον τοῦ ἁγίου τῶν ἁγίων, μῆκος αὐτοῦ ἐπὶ πρόσωπον, πλάτους τοῦ οἴκου πήχεων εἴκοσι, καὶ τὸ μῆκος πήχεων εἴκοσι, καὶ ἐχρύσωσεν αὐτὸν χρυσίῳ καθαρῷ εἰς Χερουβὶμ εἰς τάλαντα ἑξακόσια. 9 Καὶ ὁλκὴ τῶν ἥλων, ὁλκὴ τοῦ ἑνὸς πεντήκοντα σίκλοι χρυσίου, καὶ τὸ ὑπερῷον ἐχρύσωσε χρυσίῳ.
10 Καὶ ἐποίησεν ἐν τῷ οἴκῳ τῷ ἁγίῳ τῶν ἁγίων Χερουβὶμ δύο, ἔργον ἐκ ξύλων· καὶ ἐχρύσωσεν αὐτὰ χρυσίῳ. 11 Καὶ αἱ πτέρυγες τῶν Χερουβὶμ τὸ μῆκος πήχεων εἴκοσι, καὶ ἡ πτέρυξ ἡ μία πήχεων πέντε ἁπτομένη τοῦ τοίχου τοῦ οἴκου, καὶ ἡ πτέρυξ ἡ ἑτέρα πήχεων πέντε ἁπτομένη τῆς πτέρυγος τοῦ Χερουβὶμ τοῦ ἑτέρου. 12