2 Chronicles 28:16-22

Brenton_Greek(i) 16 Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν ὁ βασιλεὺς Ἄχαζ πρὸς βασιλέα Ἀσσοὺρ βοηθῆσαι αὐτῷ καὶ ἐν τούτῳ, 17 ὅτι οἱ Ἰδουμαῖοι ἐπέθεντο, καὶ ἐπάταξαν ἐν Ἰούδᾳ, καὶ ᾐχμαλώτισαν αἰχμαλωσίαν. 18 Καὶ οἱ ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὰς πόλεις τῆς πεδινῆς, καὶ ἀπὸ λιβὸς τοῦ Ἰούδα, καὶ ἔλαβον τὴν Βαιθσαμὺς, καὶ τὰ ἐν οἴκῳ Κυρίον, καὶ τὰ ἐν οἴκῳ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ ἔδωκαν τῷ βασιλεῖ τὴν Ἀϊλὼν, καὶ τὴν Γαληρὼ, καὶ τὴν Σωχὼ καὶ τὰς κώμας αὐτῆς, καὶ τὴν Θαμνὰ καὶ τὰς κώμας αὐτῆς, καὶ τὴν Γαμζὼ καὶ τὰς κώμας αὐτῆς· καὶ κατῴκησαν ἐκεῖ. 19 Ὅτι ἐταπείνωσε Κύριος τὸν Ἰούδαν διὰ Ἄχαζ βασιλέα Ἰούδα, ὅτι ἀπέστη ἀποστάσει ἀπὸ Κυρίου. 20 Καὶ ἦλθεν ἐπʼ αὐτὸν Θαγλαθφελλασὰρ βασιλεὺς Ἀσσοὺρ, καὶ ἔθλιψεν αὐτόν. 21 Καὶ ἔλαβεν Ἄχαζ τὰ ἐν οἴκῳ Κυρίου, καὶ τὰ ἐν οἴκῳ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ ἔδωκε τῷ βασιλεῖ Ἀσσοὺρ· καὶ οὐκ εἰς βοήθειαν αὐτῷ ἦν, 22 ἀλλʼ ἢ τῷ θλιβῆναι αὐτόν· καὶ προσέθηκε τοῦ ἀποστῆναι ἀπὸ Κυρίου, καὶ εἶπεν ὁ βασιλεὺς Ἄχαζ,