1 Samuel 25:39-42

Brenton_Greek(i) 39 Καὶ ἤκουσε Δαυὶδ, καὶ εἶπεν, εὐλογητὸς Κύριος, ὃς ἔκρινε τὴν κρίσιν τοῦ ὀνειδισμοῦ μου ἐκ χειρὸς Νάβαλ, καὶ τὸν δοῦλον αὐτοῦ περιεποιήσατο ἐκ χειρὸς κακῶν, καὶ τὴν κακίαν Νάβαλ ἀπέστρεψε Κύριος εἰς κεφαλὴν αὐτοῦ.
Καὶ ἀπέστειλε Δαυὶδ καὶ ἐλάλησε περὶ Ἀβιγαίας, λαβεῖν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα. 40 Καὶ ἦλθον οἱ παῖδες Δαυὶδ πρὸς Ἀβιγαίαν εἰς Κάρμηλον, καὶ ἐλάλησαν αὐτῇ, λέγοντες, Δαυὶδ ἀπέστειλεν ἡμᾶς πρὸς σὲ, λαβεῖν σε αὐτῷ εἰς γυναῖκα. 41 Καὶ ἀνέστη καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον, καὶ εἶπεν, ἰδοὺ ἡ δούλη σου εἰς παιδίσκην νίψαι πόδας τῶν παίδων σου. 42 Καὶ ἀνέστη Ἀβιγαία καὶ ἐπέβη ἐπί τὴν ὄνον, καὶ πέντε κοράσια ἠκολούθουν αὐτῇ, καὶ ἐπορεύθη ὀπίσω τῶν παίδων Δαυὶδ, καὶ γίνεται αὐτῷ εἰς γυναῖκα.