Brenton_Greek(i)
7 Καὶ ἀπηγγέλη τῷ Σαοὺλ, ὅτι ἥκει ὁ Δαυὶδ εἰς Κεϊλά· καὶ εἶπε Σαοὺλ, πέπρακεν αὐτὸν ὁ Θεὸς εἰς τὰς χεῖράς μου, ὅτι ἀποκέκλεισται εἰσελθὼν εἰς πόλιν θυρῶν καὶ μοχλῶν. 8 Καὶ παρήγγειλε Σαοὺλ παντὶ τῷ λαῷ καταβαίνειν εἰς πόλεμον εἰς Κεϊλὰ, συνέχειν τὸν Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ. 9 Καὶ ἔγνω Δαυὶδ, ὅτι οὐ παρασιωπᾷ Σαοὺλ περὶ αὐτοῦ τὴν κακίαν· καὶ εἶπε Δαυὶδ πρὸς Ἀβιάθαρ τὸν ἱερέα, προσάγαγε τὸ ἐφοὺδ Κυρίου. 10 Καὶ εἶπε Δαυὶδ, Κύριε ὁ Θεὸς Ἰσραὴλ, ἀκούων ἀκήκοεν ὁ δοῦλός σου, ὅτι ζητεῖ Σαοὺλ ἐλθεῖν ἐπὶ Κεϊλὰ διαφθεῖραι τὴν πόλιν διʼ ἐμέ. 11 Εἰ ἀποκλεισθήσεται; καὶ νῦν εἰ καταβήσεται Σαοὺλ, καθὼς ἤκουσεν ὁ δοῦλός σου; Κύριε ὁ Θεὸς Ἰσραὴλ, ἀπάγγειλον τῷ δούλῳ σου· 12 καὶ εἶπε Κύριος, ἀποκλεισθήσεται.
13 Καὶ ἀνέστη Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ ὡς τετρακόσιοι, καὶ ἐξῆλθον ἐκ Κεϊλὰ, καὶ ἐπορεύοντο οὗ ἐὰν ἐπορεύοντο· καὶ τῷ Σαοὺλ ἀπηγγέλη, ὅτι διασέσωσται Δαυὶδ ἐκ Κεϊλὰ, καὶ ἀνῆκε τοῦ ἐλθεῖν.
13 Καὶ ἀνέστη Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ ὡς τετρακόσιοι, καὶ ἐξῆλθον ἐκ Κεϊλὰ, καὶ ἐπορεύοντο οὗ ἐὰν ἐπορεύοντο· καὶ τῷ Σαοὺλ ἀπηγγέλη, ὅτι διασέσωσται Δαυὶδ ἐκ Κεϊλὰ, καὶ ἀνῆκε τοῦ ἐλθεῖν.