1 Samuel 18:9-11

Brenton_Greek(i) 9 Καὶ ἦν Σαοὺλ ὑποβλεπόμενος τὸν Δαυὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα. 10 Καὶ ἐγενήθη ἀπὸ τῆς ἐπαύριον καὶ ἔπεσε πνεῦμα Θεοῦ πονηρὸν ἐπὶ Σαοὺλ καὶ προεφήτευσεν ἐν μέσῳ οἴκου αὐτοῦ. Καὶ Δαυὶδ ἔψαλλεν ἐν χειρὶ αὐτοῦ ὡς καθʼ ἑκάστην ἡμέραν, καὶ τὸ δόρυ ἐν τῇ χειρὶ Σαούλ. 11 Καὶ ἦρε Σαοὺλ τὸ δόρυ καὶ εἶπε· πατάξω ἐν Δαυὶδ καὶ ἐν τῷ τοίχῳ· καὶ ἐξέκλινε Δαυὶδ ἀπὸ προσώπου αὐτοῦ δίς.}