1 Samuel 16:6-13

Brenton_Greek(i) 6 Καὶ ἐγενήθη ἐν τῷ εἰσιέναι αὐτοὺς, καὶ εἶδε τὸν Ἐλιὰβ, καὶ εἶπεν, ἀλλὰ καὶ ἐνώπιον Κυρίου χριστὸς αὐτοῦ. 7 Καὶ εἶπε Κύριος πρὸς Σαμουὴλ, μὴ ἐπιβλέψῃς ἐπὶ τὴν ὄψιν αὐτοῦ, μηδὲ εἰς τὴν ἕξιν μεγέθους αὐτοῦ, ὅτι ἐξουδένωκα αὐτόν· ὅτι οὐχ ὡς ἐμβλέψεται ἄνθρωπος, ὄψεται ὁ Θεός· ὅτι ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ Θεὸς ὄψεται εἰς καρδίαν. 8 Καὶ ἐκάλεσεν Ἰεσσαὶ τὸν Ἀμιναδὰβ, καὶ παρῆλθε κατὰ πρόσωπον Σαμουήλ, καὶ εἶπεν· οὐδὲ τοῦτον ἐξελέξατο ὁ Θεός. 9 Καὶ παρήγαγεν Ἰεσσαὶ τὸν Σαμά· καὶ εἶπε· καὶ ἐν τούτῳ οὐκ ἐξελέξατο Κύριος. 10 Καὶ παρήγαγεν Ἰεσσαὶ τοὺς ἑπτὰ υἱοὺς αὐτοῦ ἐνώπιον Σαμουήλ· καὶ εἶπε Σαμουὴλ, οὐκ ἐξελέξατο Κύριος ἐν τούτοις.
11 Καὶ εἶπε Σαμουὴλ πρὸς Ἰεσσαὶ, ἐκλελοίπασι τὰ παιδάρια; καὶ εἶπεν, ἔτι ὁ μικρὸς ἰδοὺ ποιμαίνει ἐν τῷ ποιμνίῳ· καὶ εἶπε Σαμουὴλ πρὸς Ἰεσσαί, ἀπόστειλον καὶ λαβὲ αὐτὸν, ὅτι οὐ μὴ κατακλιθῶμεν ἕως τοῦ ἐλθεῖν αὐτόν. 12 Καὶ ἀπέστειλε καὶ εἰσήγαγεν αὐτόν· καὶ αὐτὸς πυῤῥάκης μετὰ κάλλους ὀφθαλμῶν, καὶ ἀγαθὸς ὁράσει Κυρίῳ· Καὶ εἶπε Κύριος πρὸς Σαμουὴλ, ἀνάστα καὶ χρῖσον τὸν Δαυίδ, ὅτι οὗτός ἐστιν ἀγαθός. 13 Καὶ ἔλαβε Σαμουὴλ τὸ κέρας τοῦ ἐλαίου, καὶ ἔχρισεν αὐτὸ ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ· καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Δαυὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω· καὶ ἀνέστη Σαμουὴλ, καὶ ἀπῆλθεν εἰς Ἀρμαθαίμ.