1 Kings 4:6-19

Brenton_Greek(i) 6 Καὶ Ἀχισὰρ ἦν οἰκονόμος· καὶ Ἐλιὰκ ὁ οἰκονόμος· καὶ Ἐλιὰβ υἱὸς Σὰφ ἐπὶ τῆς πατριᾶς· καὶ Ἀδωνιρὰμ υἱὸς Αὐδῶν ἐπὶ τῶν φόρων.
7 Καὶ τῷ Σαλωμὼν δώδεκα καθεσταμένοι ἐπὶ πάντα Ἰσραὴλ, χορηγεῖν τῷ βασιλεῖ καὶ τῷ οἴκῳ αὐτοῦ· μῆνα ἐν τῷ ἐνιαυτῷ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγεῖν. 8 Καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν. Βεὲν υἱὸς Ὂρ ἐν ὄρει Ἐφραὶμ, εἷς. 9 Υἱὸς Δακὰρ ἐν Μακὲς, καὶ ἐν Σαλαβὶν, καὶ Βαιθσαμὺς, καὶ Ἐλὼν ἕως Βηθανάν, εἷς. 10 Υἱὸς Ἐσδὶ ἐν Ἀραβὼθ, αὐτοῦ Σωχὼ καὶ πᾶσα ἡ γῆ Ὀφέρ· 11 Υἱοῦ Ἀμιναδὰβ πᾶσα Νεφθαδὼρ, Ταφὰθ θυγάτηρ Σαλωμὼν ἦν αὐτῷ εἰς γυναῖκα, εἷς· 12 Βανὰ υἱὸς Ἀχιλοὺθ τὴν Ἰθαανὰχ, καὶ Μαγεδδὼ, καὶ πᾶς ὁ οἶκος Σὰν ὁ παρὰ Σεσαθὰν ὑποκάτω τοῦ Ἐσραὲ, καὶ ἐκ Βηθσὰν ἕως Σαβελμαουλᾶ, ἕως Μαεβὲρ Λουκὰμ, εἷς· 13 Υἱὸς Ναβὲρ ἐν Ῥαβὼθ Γαλαὰδ, τούτῳ σχοίνισμα Ἐργὰβ, ἐν τῇ Βασάν, ἑξήκοντα πόλεις μεγάλαι τειχήρεις καὶ μοχλοὶ χαλκοῖ, εἷς. 14 Ἀχιναδὰβ υἱὸς Σαδδὼ Μααναΐμ. 15 Ἀχιμαὰς ἐν Νεφθαλὶμ, καὶ οὗτος ἔλαβε τὴν Βασεμμὰθ θυγατέρα Σαλωμὼν εἰς γυναῖκα, εἷς. 16 Βαανὰ υἱὸς Χουσὶ ἐν Ἀσὴρ καὶ ἐν Βααλὼθ, εἷς. 17 18(17) Ἰωσαφὰτ υἱὸς Φουασοὺδ ἐν Ἰσσάχαρ. 18 17(18) Σεμεῒ υἱὸς Ἠλὰ ἐν τῷ Βενιαμίν. 19 18(19) Γαβὲρ υἱὸς Ἀδαῒ ἐν τῇ γῇ Γὰδ Σηὼν βασιλέως τοῦ Ἐσεβὼν καὶ Ὢγ βασιλέως τοῦ Βασὰν, καὶ νασὶφ εἷς ἐν γῇ Ἰούδα.