1 Kings 4

Brenton_Greek(i) 1 Καὶ ἦν ὁ βασιλεὺς Σαλωμὼν βασιλεύων ἐπὶ Ἰσραήλ. 2 Καὶ οὗτοι ἄρχοντες οἳ ἦσαν αὐτῷ· Ἀζαρίας υἱὸς Σαδώκ· 3 Ἐλιàφ καὶ Ἀχιὰ υἱὸς Σhβὰ γραμματεῖς· καὶ Ἰωσαφὰτ υἱὸς Ἀχιλοὺδ ἀναμιμνήσκων· 4 Καὶ Βαναίας υἱὸς Ἰωδαὲ ἐπὶ τῆς δυνάμεως· καὶ Σαδὼκ καὶ Ἀβιάθαρ ἱερεῖς· 5 Καὶ Ὀρνία υἱὸς Νάθαν ἐπὶ τῶν καθεσταμένων· καὶ Ζαβούθ υἱὸς Νάθαν ἑταῖρος τοῦ βασιλέως· 6 Καὶ Ἀχισὰρ ἦν οἰκονόμος· καὶ Ἐλιὰκ ὁ οἰκονόμος· καὶ Ἐλιὰβ υἱὸς Σὰφ ἐπὶ τῆς πατριᾶς· καὶ Ἀδωνιρὰμ υἱὸς Αὐδῶν ἐπὶ τῶν φόρων.
7 Καὶ τῷ Σαλωμὼν δώδεκα καθεσταμένοι ἐπὶ πάντα Ἰσραὴλ, χορηγεῖν τῷ βασιλεῖ καὶ τῷ οἴκῳ αὐτοῦ· μῆνα ἐν τῷ ἐνιαυτῷ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγεῖν. 8 Καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν. Βεὲν υἱὸς Ὂρ ἐν ὄρει Ἐφραὶμ, εἷς. 9 Υἱὸς Δακὰρ ἐν Μακὲς, καὶ ἐν Σαλαβὶν, καὶ Βαιθσαμὺς, καὶ Ἐλὼν ἕως Βηθανάν, εἷς. 10 Υἱὸς Ἐσδὶ ἐν Ἀραβὼθ, αὐτοῦ Σωχὼ καὶ πᾶσα ἡ γῆ Ὀφέρ· 11 Υἱοῦ Ἀμιναδὰβ πᾶσα Νεφθαδὼρ, Ταφὰθ θυγάτηρ Σαλωμὼν ἦν αὐτῷ εἰς γυναῖκα, εἷς· 12 Βανὰ υἱὸς Ἀχιλοὺθ τὴν Ἰθαανὰχ, καὶ Μαγεδδὼ, καὶ πᾶς ὁ οἶκος Σὰν ὁ παρὰ Σεσαθὰν ὑποκάτω τοῦ Ἐσραὲ, καὶ ἐκ Βηθσὰν ἕως Σαβελμαουλᾶ, ἕως Μαεβὲρ Λουκὰμ, εἷς· 13 Υἱὸς Ναβὲρ ἐν Ῥαβὼθ Γαλαὰδ, τούτῳ σχοίνισμα Ἐργὰβ, ἐν τῇ Βασάν, ἑξήκοντα πόλεις μεγάλαι τειχήρεις καὶ μοχλοὶ χαλκοῖ, εἷς. 14 Ἀχιναδὰβ υἱὸς Σαδδὼ Μααναΐμ. 15 Ἀχιμαὰς ἐν Νεφθαλὶμ, καὶ οὗτος ἔλαβε τὴν Βασεμμὰθ θυγατέρα Σαλωμὼν εἰς γυναῖκα, εἷς. 16 Βαανὰ υἱὸς Χουσὶ ἐν Ἀσὴρ καὶ ἐν Βααλὼθ, εἷς. 17 18(17) Ἰωσαφὰτ υἱὸς Φουασοὺδ ἐν Ἰσσάχαρ. 18 17(18) Σεμεῒ υἱὸς Ἠλὰ ἐν τῷ Βενιαμίν. 19 18(19) Γαβὲρ υἱὸς Ἀδαῒ ἐν τῇ γῇ Γὰδ Σηὼν βασιλέως τοῦ Ἐσεβὼν καὶ Ὢγ βασιλέως τοῦ Βασὰν, καὶ νασὶφ εἷς ἐν γῇ Ἰούδα. 20 {Καὶ ᾿Ιούδα καὶ ᾿Ισραὴλ πολλοὶ ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος ἔσθοντες καὶ πίνοντες καὶ εὐφραινόμενοι.} 21 22 24(22) Καὶ ταῦτα τὰ δέοντα τῷ Σαλωμών· ἐν ἡμέρᾳ μίᾷ τριάκοντα κόροι σεμιδάλεως, καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου, 23 25(23) καὶ δέκα μόσχοι ἐκλεκτοὶ, και εἴκοσι βόες νομάδες, καὶ ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων, και δορκάδων εκλεκτῶν σιτευτά. 24 26(24) Ὅτι ἦν ἄρχων πέραν τοῦ ποταμοῦ, καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν κυκλόθεν.
25 27(25)  26 28(26)  27 22(27) Καὶ ἐχορήγουν οἱ καθεστάμενοι οὅτως τῷ βασιλεῶ Σαλωμών· και πάντα τὰ διαγγέλματα ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως ἕκαστος μῆνα αὐτοῦ, ου παραλλάσσουσι λόγον 28 23(28) Καὶ τὰς κριθὰς καὶ τὸ ἄχυρον τοις ἳπποις καὶ τοῖς ἅρμασιν ᾖρον εις τὸν τόπον οὗ ἂν ᾖ ὁ βασιλεὺς, ἕκαστος κατὰ τὴν σύνταξιν αὐτοῦ.
29 Καὶ ἔδωκε Κύριος φρόνησιν τω Σαλωμὼν καὶ σοφίαν πολλὴν σφόδρα καὶ χύμα καρδίας, ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν. 30 Καὶ ἐπληθύνθη Σαλωμὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων ἀνθρώπων, καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου. 31 Καὶ ἐσοφίσατο ὑπὲρ πάντας τοὺς ἀνθρώπους· καὶ ἐσοφίσατο ὑπὲρ Γαιθὰμ τὸν Ζαρίτην, καὶ τὸν Αἰμὰν, καὶ τὸν Χαλκὰδ καὶ Δαράδα υἱοὺς Μάλ. 32 Καὶ ἐλάλησε Σαλωμὼν τρισχιλίας παραβολὰς, καὶ ἦσαν ᾠδαι αὐτοῦ πεντακισχίλιαι 33 Καὶ ἐλάλησεν ὑπὲρ τῶν ξύλων ἀπὸ τῶς κέδρου τῆς ἐν τῷ Λιβάνω, καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου· καὶ ἐλάλησε περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ερπετῶν καὶ περὶ τῶν ἰχθύων 34 Καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σαλωμών· καὶ παρὰ πάντων τῶν βασιλέων τῆς γῆς, ὅσοι ἤκουον τῆς σοφίας αὐτοῦ·
Καὶ ἔλαβε Σαλωμὼν τὴν θυγατέρα Φαραὼ αὑτῷ εἰς γυωαῖκα, καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυὶδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον Κυρίου, καὶ τὸν οἶκον ἑαυτοῦ, καὶ τὸ τεῖχος Ἱερουσαλήμ· τότε ἁνέβη φαραὼ βασιλεὺς Αἰγύπτου, καὶ προκατελάβετο τὴν Γαζὲρ, καὶ ἐνεπύρισεν αὐτὴν, καὶ τὸν Χανανίτην τὸν κατοικοῦντα ἐν Μεργάβ· καὶ ἔδωκεν αὐτὰς Φαραὼ ἀποστολὰς θυγατρὶ αὐτοῦ γυναικὶ Σαλωμών· καὶ Σαλωμὼν ᾠκοδόμησε τὴν Γαζέρ.