Brenton_Greek(i)
6 ὅτι ταύτην τὴν ὥραν αὔριον ἀποστελῶ τοὺς παῖδάς μου πρὸς σὲ, καὶ ἐρευνήσουσι τὸν οἶκόν σου καὶ τοὺς οἴκους τῶν παίδων σου, καὶ ἔσται πάντα τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν αὐτῶν ἐφʼ ἃ ἂν ἐπιβάλωσι τὰς χεῖρας αὐτῶν, καὶ λήψονται. 7 Καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ἰσραὴλ πάντας τοὺς πρεσβυτέρους τῆς γῆς, καὶ εἶπε, γνῶτε δὴ καὶ ἴδετε ὅτι κακίαν οὗτος ζητεῖ, ὅτι ἀπέσταλκε πρὸς μὲ περὶ τῶν γυναικῶν μου, καὶ περὶ τῶν υἱῶν μου, καὶ περὶ τῶν θυγατέρων μου· τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου οὐκ ἀπεκώλυσα ἀπʼ αὐτοῦ. 8 Καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ λαὸς, μὴ ἀκούσῃς, καὶ μὴ θελήσῃς. 9 Καὶ εἶπε τοῖς ἀγγέλοις υἱοῦ Ἄδερ, λέγετε τῷ κυρίῳ ὑμῶν, πάντα ὅσα ἀπέσταλκας πρὸς τὸν δοῦλόν σου ἐν πρώτοις ποιήσω, τὸ δὲ ῥῆμα τοῦτο οὐ δυνήσομαι ποιῆσαι. Καὶ ἀπῇραν οἱ ἄνδρες, καὶ ἐπέστρεψαν αὐτῷ λόγον.
10 Καὶ ἀπέστειλε πρὸς αὐτὸν υἱὸς Ἄδερ, λέγων, τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, εἰ ἐκποιήσει ὁ χοῦς Σαμαρείας ταῖς ἀλώπεξι παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου. 11 Καὶ ἀπεκρίθη ὁ βασιλεὺς Ἰσραὴλ, καὶ εἶπεν, ἱκανούσθω· μὴ καυχάσθω ὁ κυρτὸς, ὡς ὁ ὀρθός.