1 Kings 13:21-22

Brenton_Greek(i) 21 καὶ εἶπε πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ τὸν ἥκοντα ἐξ Ἰούδα, λέγων, τάδε λέγει Κύριος, ἀνθʼ ὧν παρεπίκρανας τὸ ῥῆμα Κυρίου, καὶ οὐκ ἐφύλαξας τὴν ἐντολὴν ἣν ἐνετείλατό σοι Κύριος ὁ Θεὸς σου, 22 καὶ ἐπέστρεψας, καὶ ἔφαγες ἄρτον καὶ ἔπιες ὕδωρ ἐν τῷ τόπῳ τούτῳ ᾧ ἐλάλησε πρὸς σὲ, λέγων, οὐ μὴ φάγῃς ἄρτον καὶ μὴ πίῃς ὕδωρ, οὐ μὴ εἰσέλθῃ τὸ σῶμά σου εἰς τὸν τάφον τῶν πατέρων σου.