1 Chronicles 28:7-9

Brenton_Greek(i) 7 Καὶ κατορθώσω τὴν βασιλείαν αὐτοῦ ἕως αἰῶνος, ἐὰν ἰσχύσῃ τοῦ φυλάξασθαι τὰς ἐντολάς μου, καὶ τὰ κρίματά μου, ὡς ἡ ἡμέρα αὕτη. 8 Καὶ νῦν κατὰ πρόσωπον πάσης ἐκκλησίας Κυρίου, καὶ ἐν ὠσὶ Θεοῦ ἡμῶν, φυλάξασθε καὶ ζητήσατε πάσας τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἵνα κληρονομήσητε τὴν γῆν τὴν ἀγαθὴν, καὶ κατακληρονομήσητε τοῖς υἱοῖς ὑμῶν μεθʼ ὑμᾶς ἕως αἰῶνος.
9 Καὶ νῦν Σαλωμὼν υἱὲ, γνῶθι τὸν Θεὸν τῶν πατέρων σου, καὶ δούλευε αὐτῷ ἐν καρδίᾳ τελείᾳ καὶ ψυχῇ θελούσῃ, ὅτι πάσας καρδίας ἐτάζει Κύριος, καὶ πᾶν ἐνθύμημα γινώσκει· ἐὰν ζητήσῃς αὐτὸν, εὑρεθήσεταί σοι, καὶ ἐὰν καταλείψῃς αὐτὸν, καταλείψει σε εἰς τέλος.