Brenton_Greek(i)
1 Καὶ ἐξεκκλησίασε Δαυὶδ πάντας τοὺς ἄρχοντας Ἰσραὴλ, ἄρχοντας τῶν κριτῶν, καὶ πάντας τοὺς ἄρχοντας τῶν ἐφημεριῶν τῶν περὶ τὸ σῶμα τοῦ βασιλέως, καὶ ἄρχοντας τῶν χιλιάδων καὶ τῶν ἑκατοντάδων, καὶ τοὺς γαζοφύλακας, καὶ τοὺς ἐπὶ τῶν ὑπαρχόντων αὐτοῦ καὶ πάσης τῆς κτήσεως τοῦ βασιλέως, καὶ τῶν υἱῶν αὐτοῦ, σὺν τοῖς εὐνούχοις, καὶ τοὺς δυνάστας, καὶ τοὺς μαχητὰς τῆς στρατιᾶς ἐν Ἱερουσαλήμ.
2 Καὶ ἔστη Δαυὶδ ἐν μέσῳ τῆς ἐκκλησίας, καὶ εἶπεν, ἀκούσατέ μου ἀδελφοί μου, καὶ λαός μου· ἐμοὶ ἐγένετο ἐπὶ καρδίαν οἰκοδομῆσαι οἶκον ἀναπαύσεως τῆς κιβωτοῦ διαθήκης Κυρίου, καὶ στάσιν ποδῶν Κυρίου ἡμῶν, καὶ ἡτοίμασα τὰ εἰς τὴν κατασκήνωσιν ἐπιτήδεια. 3 Καὶ ὁ Θεὸς εἶπεν, οὐκ οἰκοδομήσεις ἐμοὶ οἶκον τοῦ ἐπονομάσαι τὸ ὄνομά μου ἐπʼ αὐτῷ, ὅτι ἄνθρωπος πολεμιστὴς εἶ σὺ, καὶ αἷμα ἐξέχεας. 4 Καὶ ἐξελέξατο Κύριος ὁ Θεὸς Ἰσραὴλ ἐν ἐμοὶ ἀπὸ παντὸς οἴκου πατρός μου εἶναι βασιλέα ἐπὶ Ἰσραὴλ εἰς τὸν αἰῶνα, καὶ ἐν Ἰούδᾳ ᾑρέτικε τὸ βασίλειον, καὶ ἐξ οἴκου Ἰούδα τὸν οἶκον τοῦ πατρός μου· καὶ ἐν τοῖς υἱοῖς τοῦ πατρός μου, ἐν ἐμοὶ ἠθέλησε τοῦ γενέσθαι με εἰς βασιλέα ἐπὶ παντὶ Ἰσραήλ. 5 Καὶ ἀπὸ πάντων τῶν υἱῶν μου, ὅτι πολλοὺς υἱοὺς ἔδωκέ μοι Κύριος, ἐξελέξατο ἐν Σαλωμὼν τῷ υἱῷ μου καθίσαι αὐτὸν ἐπὶ θρόνου βασιλείας Κυρίου ἐπὶ τὸν Ἰσραήλ. 6 Καὶ εἶπέ μοι ὁ Θεὸς, Σαλωμὼν ὁ υἱός σου οἰκοδομήσει τὸν οἶκόν μου καὶ τὴν αὐλήν μου, ὅτι ᾑρέτικα ἐν αὐτῷ εἶναί μου υἱὸν, κἀγὼ ἔσομαι αὐτῷ εἰς πατέρα.