Brenton_Greek(i)
32 Καὶ Ἰωνάθαν ὁ πατράδελφος Δαυὶδ σύμβουλος, ἄνθρωπος συνετὸς· καὶ Ἰεὴλ ὁ τοῦ Ἀχαμὶ μετὰ τῶν υἱῶν τοῦ βασιλέως. 33 Ἀχιτόφελ σύμβουλος τοῦ βασιλέως, καὶ Χουσὶ ὁ πρῶτος φίλος τοῦ βασιλέως· 34 Καὶ μετὰ τοῦτον Ἀχιτόφελ ἐχόμενος Ἰωδαὲ ὁ τοῦ Βαναίου, καὶ Ἀβιάθαρ· καὶ Ἰωὰβ ἀρχιστράτητος τοῦ βασιλέως.