1 Chronicles 26:13-16

Brenton_Greek(i) 13 Καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κατʼ οἴκους πατριῶν αὐτῶν εἰς πυλῶνα καὶ πυλῶνα. 14 Καὶ ἔπεσεν ὁ κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ Σελεμίᾳ, καὶ Ζαχαρίᾳ· υἱοὶ Σωὰζ τῷ Μελχίᾳ ἔβαλον κλήρους, καὶ ἐξῆλθεν ὁ κλῆρος Βοῤῥᾶ. 15 Τῷ Ἀβδεδὸμ Νότον κατέναντι οἴκου Ἐσεφίν. 16 Εἰς δεύτερον τῷ Ὀσᾷ πρὸς δυσμαῖς μετὰ τὴν πύλην παστοφορίου τῆς ἀναβάσεως· φυλακὴ κατέναντι φυλακῆς.