1 Chronicles 24:6-31

Brenton_Greek(i) 6 Καὶ ἔγραψεν αὐτοὺς Σαμαΐας υἱὸς Ναθαναὴλ ὁ γραμματεὺς ἐκ τοῦ Λευὶ κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ Σαδὼκ ὁ ἱερεὺς, καὶ Ἀχιμέλεχ υἱὸς Ἀβιάθαρ, καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν οἴκου πατριᾶς, εἷς εἷς τῷ Ἐλεάζαρ, καὶ εἷς εἷς τῷ Ἰθάμαρ.
7 Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος τῷ Ἰωαρὶμ, τῷ Ἰεδίᾳ ὁ δεύτερος, 8 τῷ Χαρὶβ ὁ τρίτος, τῷ Σεωρὶμ ὁ τέταρτος, 9 τῷ Μελχίᾳ ὁ πέμπτος, τῷ Μεϊαμὶν ὁ ἕκτος, 10 τῷ Κὼς ὁ ἕβδομος, τῷ Ἀβίᾳ ὁ ὄγδοος, 11 τῷ Ἰησοῦ ὁ ἔνατος, τῷ Σεχενίᾳ ὁ δέκατος, 12 τῷ Ἐλιαβὶ ὁ ἑνδέκατος, τῷ Ἰακὶμ ὁ δωδέκατος, 13 τῷ Ὀπφᾷ ὁ τρισκαιδέκατος, τῷ Ἰεσβαὰλ ὁ τεσσαρεσκαιδέκατος, 14 τῷ Βελγᾷ ὁ πεντεκαιδέκατος, τῷ Ἐμμὴρ ὁ ἑκκαιδέκατος, 15 τῷ Χηζὶν ὁ ἑπτακαιδέκατος, τῷ Ἀφεσὴ ὁ ὀκτωκαιδέκατος, 16 τῷ Φεταίᾳ ὁ ἐννεακαιδέκατος, τῷ Ἐζεκὴλ ὁ εἰκοστὸς, 17 τῷ Ἀχὶμ ὁ εἷς καὶ εἰκοστός, τῷ Γαμοὺλ ὁ δεύτερος καὶ εἰκοστὸς, 18 τῷ Ἀδαλλαὶ ὁ τρίτος καὶ εἰκοστός, τῷ Μαασαὶ ὁ τέταρτος καὶ εἰκοστὸς.
19 Αὕτη ἡ ἐπίσκεψις αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν τοῦ εἰσπορεύεσθαι εἰς οἶκον Κυρίου κατὰ τὴν κρίσιν αὐτῶν διὰ χειρὸς Ἀαρὼν πατρὸς αὐτῶν, ὡς ἐνετείλατο Κύριος ὁ Θεὸς Ἰσραήλ.
20 Καὶ τοῖς υἱοῖς Λευὶ τοῖς καταλοίποις, τοῖς υἱοῖς Ἀμβρὰμ, Σωβαήλ· τοῖς υἱοῖς Σωβαὴλ, Ἰεδία. 21 Τῷ Ῥααβίᾳ ὁ ἄρχων. 22 Καὶ τῷ Ἰσααρὶ, Σαλωμώθ· τοῖς υἱοῖς Σαλωμὼθ, Ἰάθ. 23 Υἱοὶ Ἐκδιοῦ, Ἀμαδία ὁ δεύτερος, Ἰαζιὴλ ὁ τρίτος, Ἰεκμοὰμ ὁ τέταρτος. 24 Τοῖς υἱοῖς Ὀζιὴλ, Μιχά· υἱοὶ Μιχὰ, Σαμήρ. 25 Ἀδελφὸς Μιχὰ, Ἰσία· υἱὸς Ἰσία, Ζαχαρία. 26 Υἱοὶ Μεραρὶ, Μοολὶ καὶ ὁ Μουσί· υἱοὶ Ὀζία 27 τοῦ Μεραρὶ τῷ Ὀζίᾳ· υἱοὶ αὐτοῦ Ἰσοὰμ, καὶ Σακχοὺρ, καὶ Ἀβαΐ. 28 Τῷ Μοολὶ Ἐλεάζαρ, καὶ Ἰθάμαρ· καὶ ἀπέθανεν Ἐλεάζαρ καὶ οὐκ ἦσαν αὐτῷ υἱοί. 29 Τῷ Κὶς, υἱοὶ τοῦ Κὶς Ἱεραμεήλ. 30 Καὶ υἱοὶ τοῦ Μουσὶ Μοολὶ, καὶ Ἐδὲρ, καὶ Ἰαριμώθ· οὗτοι υἱοὶ τῶν Λευιτῶν κατʼ οἴκους πατριῶν αὐτῶν. 31 Καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτῶν υἱοὶ Ἀαρὼν ἐναντίον τοῦ βασιλέως, καὶ Σαδὼκ, καὶ Ἀχιμέλεχ, καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν πατριάρχαι Ἀραὰβ, καθὼς οἱ ἀδελφοὶ αὐτοῦ οἱ νεώτεροι.