1 Chronicles 21:15-22:1

Brenton_Greek(i) 15 Καὶ ἀπέστειλεν ὁ Θεὸς ἄγγελον εἰς Ἱερουσαλὴμ τοῦ ἐξολοθρεῦσαι αὐτήν· καὶ ὡς ἐξωλόθρευσεν, εἶδε Κύριος, καὶ μετεμελήθη ἐπὶ τῇ κακίᾳ· καὶ εἶπε τῷ ἀγγέλῳ τῷ ἐξολοθρεύοντι, ἱκανούσθω σοι, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἄγγελος Κυρίου ἑστὼς ἐν τῷ ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου. 16 Καὶ ἐπῇρε Δαυὶδ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶδε τὸν ἄγγελον Κυρίου ἑστῶτα ἀναμέσον τῆς γῆς καὶ τοῦ οὐρανοῦ, καὶ ἡ ῥομφαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ ἐκτεταμένη ἐπὶ Ἱερουσαλήμ, καὶ ἔπεσε Δαυὶδ καὶ οἱ πρεσβύτεροι περιβεβλημένοι ἐν σάκκοις ἐπὶ πρόσωπον αὐτῶν. 17 Καὶ εἶπε Δαυὶδ πρὸς τὸν Θεόν, οὐκ ἐγὼ εἶπα τοῦ ἀριθμῆσαι ἐν τῷ λαῷ; καὶ ἐγώ εἰμι ὁ ἁμαρτών, κακοποιῶν ἐκακοποίησα, καὶ ταῦτα τὰ πρόβατα τί ἐποίησαν; Κύριε ὁ Θεὸς, γενηθήτω ἡ χείρ σου ἐν ἐμοὶ, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου, καὶ μὴ ἐν τῷ λαῷ σου εἰς ἀπώλειαν, Κύριε.
18 Καὶ ἄγγελος Κυρίου εἶπε τῷ Γὰδ τοῦ εἰπεῖν πρὸς Δαυὶδ, ἵνα ἀναβῇ τοῦ στῆσαι θυσιαστήριον Κυρίῳ ἐν ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου. 19 Καὶ ἀνέβη Δαυὶδ κατὰ τὸν λόγον Γὰδ, ὃν ἐλάλησεν ἐν ὀνόματι Κυρίου. 20 Καὶ ἐπέστρεψεν Ὀρνὰ, καὶ εἶδε τὸν βασιλέα, καὶ τέσσαρας υἱοὺς αὐτοῦ μετʼ αὐτοῦ μεθ’ ἁχαβίν· καὶ Ὀρνὰ ἦν ἁλοῶν πυρούς. 21 Καὶ ἦλθε Δαυὶδ πρὸς Ὀρνὰ, καὶ Ὀρνὰ ἐξῆλθεν ἐκ τῆς ἅλω καὶ προσεκύνησε τῷ Δαυὶδ τῷ προσώπῳ ἐπὶ τὴν γῆν. 22 Καὶ εἶπε Δαυὶδ πρὸς Ὀρνὰ, δός μοι τὸν τόπον σου τῆς ἅλω, καὶ οἰκοδομήσω ἐπʼ αὐτῷ θυσιαστήριον τῷ Κυρίῳ· ἐν ἀργυρίῳ ἀξίῳ δός μοι αὐτὸν, καὶ παύσεται ἡ πληγὴ ἐκ τοῦ λαοῦ. 23 Καὶ εἶπεν Ὀρνὰ πρὸς Δαυὶδ, λάβε σεαυτῷ, καὶ ποιησάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ἀγαθὸν ἐναντίον ἑαυτοῦ· ἰδὲ δέδωκα τοὺς μόσχους εἰς ὁλοκαύτωσιν, καὶ τὸ ἄροτρον εἰς ξύλα, καὶ τὸν σῖτον εἰς θυσίαν, τὰ πάντα δέδωκα. 24 Καὶ εἶπεν ὁ βασιλεὺς Δαυὶδ τῷ Ὀρνὰ, οὐχὶ, ὅτι ἀγοράζων ἀγοράσω ἐν ἀργυρίῳ ἀξίῳ, ὅτι οὐ μὴ λάβω ἅ ἐστί σοι Κυρίῳ, τοῦ ἀνανέγκαι ὁλοκαύτωσιν δωρεὰν Κυρίῳ. 25 Καὶ ἔδωκε Δαυὶδ τῷ Ὀρνὰ ἐν τῷ τόπῳ αὐτοῦ σίκλους χρυσίου ὁλκῆς ἑξακοσίους. 26 Καὶ ᾠκοδόμησεν ἐκεῖ Δαυὶδ θυσιαστήριον Κυρίῳ, καὶ ἀνήνεγκεν ὁλοκαυτώματα καὶ σωτηρίου· καὶ ἐβόησε πρὸς Κύριον, καὶ ἐπήκουσεν αὐτῷ ἐν πυρὶ ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως, καὶ κατηνάλωσε τὴν ὁλοκαύτωσιν. 27 Καὶ εἶπε Κύριος πρὸς τὸν ἄγγελον· καὶ κατέθηκε τὴν ῥομφαίαν εἰς τὸν κολεὸν αὐτῆς.
28 Ἐν τῷ καιρῷ ἐκείνῳ ἐν τῷ ἰδεῖν τὸν Δαυὶδ ὅτι ἐπήκουσεν αὐτῷ Κύριος ἐν ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου, καὶ ἐθυσίασεν ἐκεῖ. 29 Καὶ σκηνὴ Κυρίου ἣν ἐποίησε Μωυσῆς ἐν τῇ ἐρήμῳ, καὶ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων ἐν τῷ καιρῷ ἐκείνῳ ἐν Βαμὰ ἐν Γαβαών. 30 Καὶ οὐκ ἐδύνατο Δαυὶδ τοῦ πορευθῆναι ἔμπροσθεν αὐτοῦ τοῦ ζητῆσαι τὸν Θεὸν, ὅτι οὐ κατέσπευσεν ἀπὸ προσώπου τῆς ῥομφαίας ἀγγέλου Κυρίου.
22 1 Καὶ εἶπε Δαυὶδ, οὗτός ἐστιν ὁ οἶκος Κυρίου τοῦ Θεοῦ, καὶ τοῦτο τὸ θυσιαστήριον εἰς ὁλοκαύτωσιν τῷ Ἰσραήλ.