Brenton_Greek(i)
43 Καὶ οὗτοι οἱ βασιλεῖς αὐτῶν· Βαλὰκ υἱὸς Βεὼρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά. 44 Καὶ ἀπέθανε Βαλὰκ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἰωβὰβ υἱὸς Ζαρὰ ἐκ Βοσόῤῥας. 45 Καὶ ἀπέθανεν Ἰωβὰβ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἀσὸμ ἐκ γῆς Θαιμανών. 46 Καὶ ἀπέθανεν Ἀσὸμ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἀδὰδ υἱὸς Βαρὰδ, ὁ πατάξας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωὰβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθαίμ. 47 Καὶ ἀπέθανεν Ἀδὰδ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Σεβλὰ ἐκ Μασεκκᾶς. 48 Καὶ ἀπέθανε Σεβλὰ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Σαοὺλ ἐκ Ῥωβὼθ τῆς παρὰ ποταμόν. 49 Καὶ ἀπέθανε Σαοὺλ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Βαλαεννὼρ υἱὸς Ἀχοβώρ. 50 Καὶ ἀπέθανε Βαλαεννὼρ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἀδὰδ υἱὸς Βαρὰδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογώρ.