Brenton_Greek(i)
3 Καὶ ἐπάταξε Δαυὶδ τὸν Ἀδρααζὰρ βασιλέα Σουβὰ Ἡμὰθ, πορευομένου αὐτοῦ ἐπιστῆσαι χεῖρα αὐτοῦ ἐπὶ ποταμὸν Εὐφράτην· 4 Καὶ προκατελάβετο Δαυὶδ αὐτῶν χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἵππων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν· καὶ παρέλυσε Δαυὶδ πάντα τὰ ἅρματα, καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα. 5 Καὶ ἦλθε Σύρος ἐκ Δαμασκοῦ βοηθῆσαι Ἀδρααζὰρ βασιλεῖ Σουβὰ, καὶ ἐπάταξε Δαυὶδ ἐν τῷ Σύρῳ εἴκοσι καὶ δύο χιλιάδας ἀνδρῶν. 6 Καὶ ἔθετο Δαυὶδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκὸν, καὶ ἦσαν τῷ Δαυὶδ εἰς παῖδας φέροντας δῶρα· καὶ ἔσωζε Κύριος Δαυὶδ ἐν πᾶσιν οἷς ἐπορεύετο. 7 Καὶ ἔλαβε Δαυὶδ τοὺς κλοιοὺς τοὺς χρυσοῦς οἳ ἦσαν ἐπὶ τοὺς παῖδας Ἀδρααζὰρ, καὶ ἤνεγκεν αὐτοὺς εἰς Ἱερουσαλήμ. 8 Καὶ ἐκ τῆς Ματαβὲθ καὶ ἐκ τῶν ἐκλεκτῶν πόλεων τῶν Ἀδρααζὰρ ἔλαβε Δαυὶδ χαλκὸν πολὺν σφόδρα· ἐξ αὐτοῦ ἐποίησε Σαλωμὼν τὴν θάλασσαν τὴν χαλκῆν, καὶ τοὺς στύλους καὶ τὰ σκεύη τὰ χαλκᾶ.
9 Καὶ ἤκουσε Θωὰ βασιλεὺς Ἡμὰθ, ὅτι ἐπάταξε Δαυὶδ τὴν πᾶσαν δύναμιν Ἀδρααζὰρ βασιλέως Σουβά·
9 Καὶ ἤκουσε Θωὰ βασιλεὺς Ἡμὰθ, ὅτι ἐπάταξε Δαυὶδ τὴν πᾶσαν δύναμιν Ἀδρααζὰρ βασιλέως Σουβά·