1 Chronicles 15:15-28

Brenton_Greek(i) 15 Καὶ ἔλαβον οἱ υἱοὶ τῶν Λευιτῶν τὴν κιβωτὸν τοῦ Θεοῦ, ὡς ἐνετείλατο Μωυσῆς ἐν λόγῳ Θεοῦ κατὰ τὴν γραφὴν, ἐν ἀναφορεῦσιν ἐπʼ αὐτούς.
16 Καὶ εἶπε Δαυὶδ τοῖς ἄρχουσι τῶν Λευιτῶν, στήσατε τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ψαλτῳδοὺς ἐν ὀργάνοις, νάβλαις, κινύραις, καὶ κυμβάλοις τοῦ φωνῆσαι εἰς ὕψος ἐν φωνῇ εὐφροσύνης. 17 Καὶ ἔστησαν οἱ Λευῖται τὸν Αἰμὰν υἱὸν Ἰωήλ· ἐκ τῶν ἀδελφῶν αὐτοῦ Ἀσὰφ υἱὸς Βαραχία· καὶ ἐκ τῶν υἱῶν Μεραρὶ ἀδελφῶν αὐτοῦ Αἰθὰν υἱὸς Κισαίου. 18 Καὶ μετʼ αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν οἱ δεύτεροι, Ζαχαρίας, καὶ Ὀζιὴλ, καὶ Σεμιραμὼθ, καὶ Ἰεϊὴλ, καὶ Ἐλιωὴλ, καὶ Ἐλιὰβ, καὶ Βαναία, καὶ Μαασαΐα, καὶ Ματθαθία, καὶ Ἐλιφεωὰ, καὶ Μακελλία, καὶ Ἀβδεδὸμ, καὶ Ἰεϊὴλ, καὶ Ὀζίας, οἱ πυλωροί. 19 Καὶ οἱ ψαλτῳδοὶ, Αἰμὰν, Ἀσὰφ, καὶ Αἰθὰν ἐν κυμβάλοις χαλκοῖς τοῦ ἀκουσθῆναι ποιῆσαι· 20 Ζαχαρίας, καὶ Ὀζιὴλ, Σεμιραμὼθ, Ἰεϊὴλ, Ὠνὶ, Ἐλιὰβ, Μασαίας, Βαναίας ἐν νάβλαις ἐπὶ ἀλαιμώθ. 21 Καὶ Ματταθίας, καὶ Ἐλιφαλοὺ, καὶ Μακενία, καὶ Ἀβδεδὸμ, καὶ Ἰεϊὴλ, καὶ Ὀζίας ἐν κινύραις ἀμασενὶθ τοῦ ἐνισχῦσαι.
22 Καὶ Χωνενία ἄρχων τῶν Λευιτῶν ἄρχων τῶν ᾠδῶν, ὅτι συνετὸς ἦν. 23 Καὶ Βαραχία καὶ Ἐλκανὰ πυλωροὶ τῆς κιβωτοῦ. 24 Καὶ Σοβνία, καὶ Ἰωσαφὰτ, καὶ Ναθαναὴλ, καὶ Ἀμασαῒ, καὶ Ζαχαρία, καὶ Βαναΐα, καὶ Ἐλιέζερ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἔμπροσθεν τῆς κιβωτοῦ τοῦ Θεοῦ· καὶ Ἀβδεδὸμ καὶ Ἰεΐα πυλωροὶ τῆς κιβωτοῦ τοῦ Θεοῦ.
25 Καὶ ἦν Δαυὶδ καὶ οἱ πρεσβύτεροι Ἰσραὴλ καὶ οἱ χιλίαρχοι οἱ πορευόμενοι τοῦ ἀναγαγεῖν τὴν κιβωτὸν τῆς διαθήκης ἐξ οἴκου Ἀβδεδὸμ ἐν εὐφροσύνῃ. 26 Καὶ ἐγένετο ἐν τῷ κατισχῦσαι τὸν Θεὸν τοὺς Λευίτας αἴροντας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ ἔθυσαν ἀνʼ ἑπτὰ μόσχους, καὶ ἑπτὰ κριούς. 27 Καὶ Δαυὶδ περιεζωσμένος ἐν στολῇ βυσσίνῃ, καὶ πάντες οἱ Λευῖται αἴροντες τὴν κιβωτὸν διαθήκης Κυρίου, καὶ οἱ ψαλτῳδοὶ, καὶ Χωνενίας ὁ ἄρχων τῶν ᾠδῶν τῶν ἆδόντων, καὶ ἐπὶ Δαυὶδ στολὴ βυσσίνη. 28 Καὶ πᾶς Ἰσραὴλ ἀνάγοντες τὴν κιβωτὸν διαθήκης Κυρίου ἐν σημασίᾳ, καὶ ἐν φωνῇ σωφὲρ, καὶ ἐν σάλπιγξι, καὶ ἐν κυμβάλοις, ἀναφωνοῦντες ἐν νάβλαις καὶ ἐν κινύραις.