Brenton_Greek(i)
12 καὶ εἶπεν αὐτοῖς, ὑμεῖς ἄρχοντες πατριῶν τῶν Λευιτῶν, ἁγνίσθητε ὑμεῖς καὶ οἱ ἀδελφοὶ ὑμῶν, καὶ ἀνοίσετε τὴν κιβωτὸν τοῦ Θεοῦ Ἰσραήλ, οὗ ἡτοίμασα αὐτῇ. 13 Ὅτι οὐκ ἐν τῷ πρότερον ὑμᾶς εἶναι, διέκοψεν ὁ Θεὸς ἡμῶν ἐν ἡμῖν, ὅτι οὐκ ἐξεζητήσαμεν ἐν κρίματι. 14 Καὶ ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται, τοῦ ἀνενέγκαι τὴν κιβωτὸν Θεοῦ Ἰσραήλ. 15 Καὶ ἔλαβον οἱ υἱοὶ τῶν Λευιτῶν τὴν κιβωτὸν τοῦ Θεοῦ, ὡς ἐνετείλατο Μωυσῆς ἐν λόγῳ Θεοῦ κατὰ τὴν γραφὴν, ἐν ἀναφορεῦσιν ἐπʼ αὐτούς.