Matthew 8:8-9

BGB(i) 8 Ἀποκριθεὶς δὲ ὁ ἑκατόνταρχος ἔφη “Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. 9 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ ‘Πορεύθητι,’ καὶ πορεύεται, καὶ ἄλλῳ ‘Ἔρχου,’ καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου ‘Ποίησον τοῦτο,’ καὶ ποιεῖ.”