John 13:6-8

BGB(i) 6 Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον· λέγει αὐτῷ “Κύριε, σύ μου νίπτεις τοὺς πόδας;” 7 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ “Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.” 8 Λέγει αὐτῷ Πέτρος “Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα.” Ἀπεκρίθη Ἰησοῦς αὐτῷ “Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ.”