Matthew 27:3-5

BGB(i) 3 Τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς* αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶς ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις 4 λέγων “Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον.” Οἱ δὲ εἶπαν “Τί πρὸς ἡμᾶς; σὺ ὄψῃ.” 5 Καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο.