Matthew 16:1-3

BGB(i) 1 Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. 2 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς “Ὀψίας γενομένης λέγετε ‘Εὐδία, πυρράζει γὰρ ὁ οὐρανός·’ 3 καὶ πρωΐ ‘Σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός.’ τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε;