Matthew 15:4-6

BGB(i) 4 ὁ γὰρ Θεὸς εἶπεν ‘Τίμα τὸν πατέρα καὶ τὴν μητέρα,’ καί ‘Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω·’ 5 ὑμεῖς δὲ λέγετε Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί ‘Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,’ 6 οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ 〈ἢ τὴν μητέρα αὐτοῦ〉· καὶ ἠκυρώσατε τὸν λόγον τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.