Mark 10:6-8

BGB(i) 6 ἀπὸ δὲ ἀρχῆς κτίσεως ‘Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς·’ 7 ‘Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα ‹καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ›, 8 καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν·’ ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ.