BGB(i)
46 Καὶ ἔρχονται εἰς Ἰεριχώ. Καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος, τυφλὸς προσαίτης, ἐκάθητο παρὰ τὴν ὁδόν. 47 καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζαρηνός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν “Υἱὲ Δαυὶδ Ἰησοῦ, ἐλέησόν με.” 48 Καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν “Υἱὲ Δαυίδ, ἐλέησόν με.” 49 Καὶ στὰς ὁ Ἰησοῦς εἶπεν Φωνήσατε αὐτόν. Καὶ φωνοῦσιν τὸν τυφλὸν λέγοντες αὐτῷ “Θάρσει, ἔγειρε, φωνεῖ σε.” 50 Ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναπηδήσας ἦλθεν πρὸς τὸν Ἰησοῦν. 51 Καὶ ἀποκριθεὶς αὐτῷ ὁ Ἰησοῦς εἶπεν “Τί σοι θέλεις ποιήσω;” Ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ “Ραββουνι, ἵνα ἀναβλέψω.” 52 Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ “Ὕπαγε, ἡ πίστις σου σέσωκέν σε.” καὶ εὐθὺς ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ ἐν τῇ ὁδῷ.