Luke 18:35-43

BGB(i) 35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν. 36 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη τοῦτο. 37 Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι “Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.” 38 Καὶ ἐβόησεν λέγων “Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με.” 39 Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιγήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν “Υἱὲ Δαυίδ, ἐλέησόν με.” 40 Σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν 41 “Τί σοι θέλεις ποιήσω;” Ὁ δὲ εἶπεν “Κύριε, ἵνα ἀναβλέψω.” 42 Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ “Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε.” 43 καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.