BGB(i)
16 Καὶ ἦλθεν εἰς Ναζαρά, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι. 17 καὶ ἐπεδόθη αὐτῷ βιβλίον τοῦ προφήτου Ἠσαΐου, καὶ ἀναπτύξας* τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον 18 “Πνεῦμα Κυρίου ἐπ’ ἐμέ, Οὗ εἵνεκεν ἔχρισέν με Εὐαγγελίσασθαι πτωχοῖς, Ἀπέσταλκέν με κηρῦξαι αἰχμαλώτοις ἄφεσιν Καὶ τυφλοῖς ἀνάβλεψιν, Ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, 19 Κηρῦξαι ἐνιαυτὸν Κυρίου δεκτόν.” 20 Καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ.