BGB
(i)
7 Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες “Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι;”
8 Ὁ δὲ εἶπεν “Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ‘Ἐγώ εἰμι,’ καί ‘Ὁ καιρὸς ἤγγικεν·’ μὴ πορευθῆτε ὀπίσω αὐτῶν.