John 7:44-46

BGB(i) 44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ’ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας. 45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι “Διὰ τί οὐκ ἠγάγετε αὐτόν;” 46 Ἀπεκρίθησαν οἱ ὑπηρέται “Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος, 〈ὡς οὗτος λαλεῖ ὁ ἄνθρωπος〉.”